TLG 4157 001 :: JOANNES :: Prolegomena in Hermogenis librum περὶ εὑρέσεως (olim sub auctore Georgio Diaereta) JOANNES Rhet., Episcopus Prolegomena in Hermogenis librum περὶ εὑρέσεως (olim sub auctore Georgio Diaereta) Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 351–360. Citation: Volume — page — (line) | ||
14.351(8t) | 〈ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΑΡΔΕΩΝ〉 | |
9t | ΣΧΟΛΙΑ | |
---|---|---|
10t | ΕΙΣ ΤΟΥΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ ΤΟΜΟΥΣ ΕΡΜΟΓΕΝΟΥΣ | |
11t | ΤΟΥΣ Δʹ ΕΚ ΠΟΛΛΩΝ ΜΟΙ ΒΙΒΛΙΩΝ | |
12t | ΦΙΛΟΠΟΝΗΘΕΝΤΑ ΚΑΙ ΣΥΝΑΘΡΟΙΣΘΕΝΤΑ | |
13t | ΚΑΙ ΕΥΦΥΩΣ ΤΟΙΣ ΤΟΥ ΤΕΧΝΙΚΟΥ | |
14t | ΣΥΝΑΡΜΟΣΘΕΝΤΑ ΡΗΤΟΙΣ | |
15 | Τὰς Στάσεις ὁ τεχνικὸς ἐκτελέσας μεταβῆναι ᾠήθη | |
εἰς τὴν Περὶ εὑρέσεως τέχνην· καὶ γὰρ τὰ μὲν κεφά‐ | 351 | |
14.352 | λαια τῶν στάσεων παρέδωκεν ἐν αὐταῖς, τὴν δὲ εἰσ‐ αγωγὴν καὶ τὴν κατασκευὴν αὐτῶν ὤφειλεν ἡμῖν δηλῶσαι ἐν τῷ Περὶ εὑρέσεως. τοῦτο δὲ ποιεῖ, ἐπειδὴ κοινωνοῦσι τὸ κεφάλαιον καὶ ἡ εὕρεσις κατὰ τὸ φέρεσθαι κατὰ | |
5 | τῶν αὐτῶν πραγμάτων τὰ δύο. ἐξ ἀνάγκης γὰρ τῷ κε‐ φαλαίῳ ἡ εὕρεσις ἕπεται ὡς ἐπὶ τοῦ παρισταμένου τῷ νεοσφαγεῖ σώματι· ὁ γὰρ κατήγορος κέχρηται τοῖς ἀπ’ ἀρχῆς ἄρχι τέλους ὅτι ‘διὰ τοῦτο ἐφόνευσας, ἐπειδὴ παρ‐ ίστασο‘, εἶτα ὁ φεύγων τῇ μεταθέσει χρήσεται ὅτι | |
10 | ‘παριστάμην ἐλεῶν καὶ θάψαι βουλόμενοσ‘. τοῦτο γὰρ εὕρεσίς ἐστιν ὁρωμένη ἐν τῷ κεφαλαίῳ· οἷον καὶ ἐπὶ προδότου ὅτι ‘τοῖς πολεμίοις συνῆσ‘, καὶ κεφάλαιον τυχὸν ὅτι ‘οὐ δίκαιον ἐποίεισ‘, εὕρεσις ὅτι ‘τὰς δυνάμεις αὐτῶν ἐσκόπουν‘. | |
15 | Κοινωνοῦσιν οὖν ἀλλήλοις κεφάλαιον καὶ εὕρεσις, καθὸ πρὸς ἕνα σκοπὸν τὸν προκείμενον φέρονται· δεῖ γὰρ συμφυῶς τῇ ὑποθέσει ἑκάτερον ἐξετάζεσθαι· εἰ γὰρ ἄλλο μὲν εἴη τὸ ζητούμενον, ἄλλο δὲ τὸ κατασκευάζον, ἢ ἀσύστατον ἔσται τὸ ζήτημα ἢ ἀμαθὴς ὁ μελετῶν. | |
20 | οἷον τί φημι; εἰ προκέοιτο στοχαστικὴ ζήτησις εἰς ἐξέ‐ τασιν, ἡμεῖς δὲ ἀντιλήψεως ἤ τινος ἑτέρας κεφάλαια | |
στάσεως εἰσαγάγωμεν, ἀσύστατον εὐθέως τὸ ζήτημα· | 352 | |
14.353 | ἢ εἰ κοινὸν τόπον μέλλων ἐρεῖν τὰ τῆς ἀνασκευῆς παραλάβω κεφάλαια, παρὰ τὴν τέχνην ὁ λόγος προβήσεται. κατὰ ταῦτα μὲν οὖν κοινωνοῦσι. Διαφέρουσι δὲ ἀλλήλων τετραχῶς· πρῶτον μέν, ὅτι τὰ | |
5 | κεφάλαια ὡρισμένα εἰσὶν ἐπὶ ἑκάστης στάσεως καὶ ἀεὶ φυλαττόμενα—οἷον ἐπὶ τῆς πραγματικῆς δίκαιον, συμ‐ φέρον καὶ νόμιμον, ταῦτα πάντως ἐν ἑκάστῃ στάσει πραγματικῇ ἐμπεσεῖται καὶ πᾶς μεταχειριζόμενος χρήσε‐ ται—, αἱ δὲ εὑρέσεις ἀόριστοι καὶ πρὸς τὴν ἑκάστου | |
10 | φαντασίαν ἐγγινόμεναι· διὸ οὐ πάντες οἱ μεταχειριζόμε‐ νοι χρήσονται τῇ αὐτῇ, δύο γὰρ ταῖς αὐταῖς ἐννοίαις ἄνδρες οὐ κέχρηνται, ἀλλὰ πολλοὶ μὲν εὐπορωτέραις, οἳ δὲ στενοτέραις, πρὸς τὴν φύσιν μετρούμενοι. Δεύτερον ἀπὸ τῆς τάξεως, ὅτι ἀεὶ τὰ κεφάλαια τάξιν ἔχουσιν, οἷ‐ | |
15 | ον τὸ νόμιμον πρῶτον, τὸ δίκαιον δεύτερον, εἰ καὶ πολ‐ λάκις ἐναλλάττονται ὑπὸ τῶν ῥητόρων δι’ οἰκονομίαν καὶ δεινότητα· ἡ δὲ εὕρεσις οὐκ ἀεὶ τὴν αὐτὴν τάξιν ἔχει, ἀλλὰ ποτὲ μὲν ἄρχεται ἀπὸ τῆς αἰτίας ποτὲ δὲ ἀπὸ τοῦ προσώπου. Τρίτον ἀπὸ τοῦ τόπου διαφέρουσιν, | |
20 | ὅτι ἀεὶ ἐν τοῖς ἀγῶσι τὰ κεφάλαια ἐμπίπτει, ἐν παντὶ δὲ τόπῳ εὑρέσεις εὑρίσκονται, καὶ ἐν προοι‐ μίοις καὶ ἐν ἀγῶσι καὶ 〈ἐν〉 ἐπιλόγοις· εὑρίσκονται δὲ | |
καὶ ἀγωνιστικὰ προοίμια σπερματικῶς καὶ ὡς ὕλη τις | 353 | |
14.354 | ἐμπίπτει τῷ προοιμίῳ ἢ κατὰ 〈προ〉αναφώνησιν τῶν μελλόντων λεχθῆναι κεφαλαίων ἐν τῷ λόγῳ, ὥσπερ φασὶ καὶ Δημοσθένην ἐν τῷ Πρὸς Λεπτίνην ποιῆσαι εἰ‐ πόντα «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν 〈συμφέρειν τῇ | |
5 | πόλει〉»· διὰ τοῦ ‘νομίζειν‘ προανεφώνησε τὸ νόμιμον, διὰ δὲ τοῦ εἰπεῖν ‘συμφέρειν‘ προανεφώνησε τὸ συμφέ‐ ρον. Τέταρτον διαφέρουσιν, ὅτι τὰ κεφάλαια περιέχει τὰς εὑρέσεις, αἱ δὲ εὑρέσεις οὐ περιέχουσι τὰ κεφάλαια ἀλλὰ περιέχονται. Καὶ τὸ πάντων μέγιστον, ὅτι τὰ μὲν | |
10 | κεφάλαια ἀπὸ τῶν ἀγώνων ἀρχόμενα εἰς τοὺς ἀγῶνας καταλήγει, αἱ δ’ εὑρέσεις καὶ τῇ παρεκβάσει καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου κεκλήρωνται. Κεφάλαια δὲ λέγονται ἐκ μεταφορᾶς τῆς κεφαλῆς, ὅτι τιμιωτάτη ἐστίν. | |
15 | Ἰστέον δέ, ὅτι τὸ κεφάλαιον διχῶς νοεῖται καὶ λέγε‐ ται. λέγεται γὰρ τὸ ὄργανον καὶ ἡ μέθοδος ἡ διδάσκουσα ἡμᾶς τὸ πῶς δεῖ ἀποτελεῖν καὶ ἐργάζεσθαι τὰ ἐν τοῖς λόγοις κεφάλαια· οἷον ὁ λόγος καὶ ἡ μέθοδος ἡ διδά‐ σκουσα ἡμᾶς, ὅτι κατὰ τέσσαρας τρόπους τυχὸν γίνεται | |
20 | τὸ παραγραφικόν, τοῦτο ὄργανόν ἐστι. καὶ πάλιν τὸ ἐν τῷ κατ’ Αἰσχίνου ἐκτεθὲν καὶ ἀποτελεσθὲν 〈παρα‐ γραφικὸν〉 καὶ τοῦτο κεφάλαιόν ἐστι. καὶ ταύτην ἔχουσι τὴν διαφοράν, ὅτι τὸ μὲν ποιεῖ καὶ ἀποτελεῖ, τὸ δὲ ἀπο‐ τελεῖται. καὶ πρὸς μὲν τὸν ὅλον λόγον μέρη εἰσὶ τὰ κε‐ | |
25 | φάλαια, πρὸς δὲ τὸ πεῖσαι ὄργανα. | 354 |
14.355 | Ἔτι ῥητέον διὰ πλείω σαφήνειαν περὶ τῶν κεφαλαίων, ὅτι, ὡς ὁ στοχασμὸς διττόν, οὕτω διττὸν καὶ τὸ κεφά‐ λαιον· ὁμώνυμα γὰρ ταῦτα· λέγεται γὰρ στοχασμὸς αὐτὴ ἡ στάσις ἡ χαρακτηρίζουσα τὴν ζήτησιν, λέγεται στο‐ | |
5 | χασμὸς καὶ τὸ στοχαστικὸν ζήτημα οἱονεὶ τὸ σύνθετον τὸ χαρακτηρισθὲν ἐκ τῆς στάσεως. ἔτι κεφάλαιον λέ‐ γεται αὐτὴ ἡ ψιλὴ μέθοδος, φημὶ δὲ τὸ ὄργανον, λέγεται πάλιν ὁμωνύμως κεφάλαιον καὶ αὐτὸ τὸ μεθοδευθὲν οἱονεὶ τὸ ἀποτέλεσμα. ὅτι μὲν οὖν στοχασμὸς λέγεται | |
10 | αὐτὴ ἡ στάσις, παντὶ προῦπτον. ὅτι δὲ καὶ τὸ στοχα‐ στικὸν ζήτημα λέγεται στοχασμός, ἐδήλωσαν μὲν καὶ ἄλλοι, ἀρκέσει δὲ ὅμως πρὸς πίστιν ἡμῖν Σώπατρος· οὕτω γὰρ ἐν τῷ Περὶ διαιρέσεως [αὐ]τοῦ στοχασμοῦ φησι· «προκατεσκευασμένος στοχασμός· πένης καὶ πλού‐ | |
15 | σιος ἐχθροὶ τὰ πολιτικά· πολέμου καταλαβόντος τὴν πόλιν, ὁ πλούσιος κεχειροτόνηται στρατηγός, καὶ τοῦ πένητος παῖδες τρεῖς κατελέγησαν στρατεύεσθαι. φήμης γενομένης ἐν τῷ στρατοπέδῳ, ὅτι προδιδόασιν οἱ τοῦ πένητος παῖδες, ὁ στρατηγὸς λαβὼν ἐβασάνισεν οὐδὲν | |
20 | ἐξειπόντα τὸν πρῶτον, ἀπέκτεινεν, ὡσαύτως καὶ τὸν δεύτερον. τὸν τρίτον καὶ πρὸ τῶν βασάνων ὁμολογή‐ σαντα ἀπέκτεινεν οὐκ ἐπ’ ἐξουσίᾳ ὁ πατὴρ καὶ κρίνεται συνειδότος». ἰδοὺ φανερῶς ἐνταῦθα ὁ Σώπατρος στοχασ‐ μὸν ἐκάλεσε τὸ στοχαστικὸν ζήτημα· εἰρηκὼς γὰρ | |
25 | ‘προκατασκευαζόμενος στοχασμόσ‘ ἐπήνεγκε πρόβλημα, αὐτὸ καλέσας τὸ πρόβλημα στοχασμόν· φησὶ γάρ· | |
»〈προ〉κατασκευαζόμενος στοχασμός», οὐ ‘προκατασκευα‐ | 355 | |
14.356 | ζομένου στοχασμοῦ‘. καὶ πάλιν ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ἀνήρ φησι «γυνὴ καὶ ἀνὴρ κατὰ ταὐτὸ ἐκακώθησαν τῷ αὐτῷ νοσήματι· μετεπέμψαντο ἰατρόν, φίλον τοῦ ἀν‐ δρός· καὶ ὁ μὲν ἀνὴρ ἀπέθανεν, ἡ δὲ γυνὴ ὑγίανε. μετὰ | |
5 | ταῦτα ἔγημεν ὁ ἰατρὸς τὴν γυναῖκα καὶ κρίνεται φαρμα‐ κείας». ἰδοὺ κἀνταῦθα ὁμοίως στοχασμὸν ἐκάλεσε τὸ στοχαστικὸν ζήτημα. οὐκ ἐπὶ τοῦ στοχασμοῦ δὲ μόνον ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων στάσεων τὸ αὐτὸ ποιεῖ, ὅρον καλῶν τὸ ὁρικὸν ζήτημα καὶ ἀντίληψιν τὸ ἀντιληπτικὸν | |
10 | ζήτημα. καὶ ταῦτα μέν, ὅτι διττὸς ὁ στοχασμός. Διττὸν δέ, ὡς προείρηται, καὶ τὸ κεφάλαιον. καὶ ὅτι μὲν ἡ ψιλὴ μέθοδος κεφάλαιον λέγεται, οὐδεὶς ἂν ἀμφισβητήσειεν· ὅτι δὲ καὶ αὐτὸ τὸ ἀποτέλεσμα λέγεται κεφάλαιον, μαρτυροῦσιν οἱ περὶ διαιρέσεως διαλαβόντες. Μένανδρος | |
15 | γὰρ ὁ Διαιρέτης διαίρεσιν τῶν λόγων ποιούμενος «ἐπλη‐ ρώθη», φησί, «μέχρι τῶν ἐνταῦθα τὸ δίκαιον κεφάλαιον, ἄρχεται δὲ λοιπὸν τοῦ συμφέροντος». οἶδεν οὖν ὁ Μέναν‐ δρος αὐτὸ τὸ ἀποτέλεσμα, φημὶ δὲ τὸ μέρος τοῦ ζητή‐ ματος, κεφάλαιον καλούμενον. | |
20 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί τὸ βιβλίον Περὶ εὑρέ‐ σεως 〈ἐπ〉έγραψε, καίτοι καὶ τῶν ἄλλων αὐτοῦ πρα‐ γματειῶν εὑρέσεις εἰσαγουσῶν τινας· ἡ γὰρ ἐπιγρα‐ φομένη ‘Στάσισ‘ στάσεων εὕρεσιν καὶ διασκευὴν διδά‐ σκει· καὶ αὐτός φησιν, ὅτι τὸ βιβλίον ἐκεῖνο ‘σχεδὸν | |
25 | ταὐτόν ἐστι τῷ Περὶ εὑρέσεωσ‘. καὶ τὸ ἰσχυρότερον, | 356 |
14.357 | ὅτι καὶ αὐτὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῶν κεφαλαίων ἀρχόμενός φησι «περὶ μὲν τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμην μέθοδον». ὥστε εὕρεσιν καὶ ἐν ταῖς Στάσεσιν ἐκδιδάσκει. καὶ αἱ Ἰδέαι δὲ τὸ βι‐ | |
5 | βλίον εὑρέσεις τινῶν διδάσκουσι. τί οὖν ἔστιν εἰπεῖν; ἢ ὅτι ἐν τοῖς ἄλλοις τάξιν μὲν καὶ μεταχείρισιν τῶν εὑρη‐ μένων ἐν τῇ φύσει διδάσκει, οὐχ εὕρεσιν δέ, ἐνταῦθα δὲ εὕρεσιν μὲν προηγουμένως προοιμίων καὶ πολλῶν παρά‐ δοσιν ἄλλων. καὶ ἔτι ἐν μὲν τοῖς ἄλλοις κοινόν τι ἦν ὄνο‐ | |
10 | μα, περὶ ὧν ἔμελλε διδάσκειν, ἐξ οὗ καὶ τὴν ἐπιγραφὴν εὐθέως ἦν ἐκλαμβάνειν, οἷον στάσεις, ἰδέαι, Περὶ στά‐ σεων, Περὶ ἰδεῶν· ἐν δὲ τῷ παρόντι βιβλίῳ οὐδὲν κοι‐ νὸν γνώριμον ὄνομα κεῖται τοῖς περὶ ὧν αὐτῷ πρόεισιν ὁ λόγος· ἔστι γὰρ προοίμιον, διήγησις, κεφάλαια, ἐπι‐ | |
15 | χειρήματα καὶ τἆλλα, ὧν οὐδὲν κοινὸν ὄνομα. τούτων δ’ οὖν κοινόν τι τὴν εὕρεσιν παραδίδωσιν. εἰκότως οὖν ἐν μὲν τοῖς ἄλλοις βιβλίοις, εἰ καί τινων ἐν αὐτοῖς παρ‐ εδίδοντο εὑρέσεις, ἐκ τοῦ κοινοτέρου ἐπεγράψατο, ἐνταῦ‐ θα δέ, ἐπεὶ κοινότερον οὐδὲν ἦν τῆς εὑρέσεως, ἀπ’ αὐ‐ | |
20 | τῆς τὴν ἐπιγραφὴν ἐποιήσατο. Ὥρα δὲ εἰπεῖν, τί ἐστιν εὕρεσις. εὕρεσις τοίνυν ἐστὶν ἐπίνοια νοημάτων προσηκόντων καὶ ἁρμοδίων τῷ ὑπο‐ | |
κειμένῳ καὶ ζητουμένῳ πράγματι. ἢ εὕρεσίς ἐστιν ἐπί‐ | 357 | |
14.358 | νοια τῶν πιθανῶς προσόντων τοῖς προκειμένοις προβλή‐ μασιν ὀνομάτων τε καὶ νοημάτων· νοήματα δέ εἰσιν ἐνθυμηματικὰ καὶ παραδειγματικά. περὶ δὲ τὰς λέξεις καταγίνεται ἡ εὕρεσις πρὸς τὸ εὑρεῖν ἐπιτηδείας λέξεις | |
5 | καὶ πεποιημένας πρὸς τὸ ὑποκείμενον πρόσωπον. Ἰστέον δέ, ὡς ὁ πολιτικὸς λόγος εἰς τέσσαρα μέρη διαιρεῖται, προοίμιον, διήγησιν, πίστεις, ἐπίλογον, περὶ ὧν νῦν Ἑρμογένης ἐν τοῖς τρισὶ τόμοις διδάσκει· χρῄ‐ ζομεν γὰρ ἐν τῷ πολιτικῷ λόγῳ προοιμίων μὲν πρὸς τὸ | |
10 | προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς, διηγήσεως δὲ πρὸς τὸ διδάξαι τὸ πρᾶγμα, τῶν δὲ πίστεων πρὸς τὸ ἀνασκευάσαι καὶ κατασκευάσαι τὸ προκείμενον, τῶν δὲ ἐπιλόγων πρὸς τὸ ἐπιρρῶσαι τὸν ἀκούοντα εἰς τὴν ὑπὲρ ἡμῶν ψῆφον. ἐπειδὴ οὖν ὁ τεχνικὸς τέλειον λόγον ἐβου‐ | |
15 | λήθη ἡμῖν παραστῆσαι, πῶς τε γίνεται καὶ ἐκ ποίων μερῶν συνίσταται, τὰ περὶ αὐτοῦ πάντα προὔθετο ἡμῖν δηλῶσαι. φασὶ τοίνυν, ὡς ὁ λόγος σώματι ἔοικεν, ἀνα‐ λογεῖ δὲ τῇ κεφαλῇ τὸ προοίμιον, αἱ διηγήσεις τοῖς μετὰ τὴν κεφαλήν, οἱ δὲ ἀγῶνες τοῖς ἔτι κατωτέρω, τέ‐ | |
20 | λει δὲ σώματος ὁ ἐπίλογος. ἀνάγκη οὖν τὴν ἀρχὴν ἐκ προοιμίων ποιήσασθαι, εἶθ’ οὕτως ἐφεξῆς τὰ λοιπὰ παραδοῦναι· ὅθεν τῇ περὶ εὑρέσεως διδασκαλίᾳ ἐν πρώ‐ τοις περὶ προοιμίων ἀπήρξατο. | |
Μεθείλκυσται δὲ τὸ προοίμιον ἀπὸ τῶν κιθαρῳδῶν ἐπὶ | 358 | |
14.359 | τοὺς λόγους· οἴμη μὲν γὰρ λέγεται ἡ ᾠδή· ἐκείνοις δὲ νόμος ἦν ἐφ’ ἑκάστης ᾠδῆς κιθάρᾳ ᾀδομένης ἀναφωνεῖν τὸν Διόνυσον· ὡς οὖν πρὸ ἑκάστης οἴμης, τουτέστιν ᾠδῆς, λεγόμενον εἰς Διόνυσον ἀναφώνημα προοίμιον ἐκλή‐ | |
5 | θη. ἐκεῖθεν δὲ καὶ ἐπὶ τοὺς ῥητορικοὺς λόγους ἡ κλῆσις μεταληφθεῖσα τοῦ προοιμίου κράτος ἔσχε τῷ χρόνῳ συνήθης εἶναι τοῖς ῥητορεύουσιν. ἐκεῖνοι μὲν οὖν τὸ ἀνά‐ κρουμα τὸ πρὸ τῆς ᾠδῆς τῆς κιθάρας προοίμιον ἐκά‐ λουν, οὗτοι δὲ τὸ προτιθέμενον τοῦ λόγου καὶ οἱονεὶ | |
10 | ὁδοποιοῦν τῇ διηγήσει καὶ τοῖς λοιποῖς τοῦ λόγου μέ‐ ρεσιν· οἶμος γὰρ ἡ ὁδός. Ἰστέον δέ, ὅτι τὸ προοίμιον κατὰ μὲν τοὺς Ἀπολλο‐ δωρείους τὴν πρώτην τάξιν τοῦ λόγου ἐπέχει· εἰ γὰρ προσοχῆς, φασί, τῶν ἀκουόντων ἐστὶ ποιητικὸν πρὸς | |
15 | τὰ μετὰ ταῦτα λεχθῆναι ὀφείλοντα, πᾶσα ἀνάγκη αὐτὸ πρὸ τῶν ἄλλων τάττεσθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Νου‐ μηνίου καὶ κατ’ ἀρχήν φησι τοῦτο καὶ μετὰ τὴν διήγη‐ σιν καὶ μετὰ τὰς πίστεις τάττεσθαι· ὃ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου πεποίηκε μεταξὺ τοῦ λόγου εἰπὼν | |
20 | «οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ Ἀθηναῖοι, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥτις ἦν ἡμῖν». οὐ μὴν διὰ τοῦτο καὶ διττὸν εἶναι τὸ προοίμιον νοητέον, ἀλλὰ τὸ μὲν ἐν ἀρχῇ κατὰ δύναμιν καὶ κατὰ τάξιν κυριώτερον νομιστέον, τὸ δὲ ἐν τῷ μεταξὺ κατὰ δύναμιν μόνον· θορύβου γὰρ πολ‐ | |
25 | λάκις ἐν τῷ μεταξὺ γινομένου, ἀνάγκη προοιμιάσασθαι | 359 |
14.360 | πάλιν πρὸς τὸ προσοχὴν ἐργάσασθαι. προοίμιον γάρ ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος τοὺς λόγους εἴπῃ ‘ἄνδρες δικασταὶ δι‐ καιότατοι‘ καὶ ὅσα ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς | |
5 | δικάζοντας. | 360 |